Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.180 Joseph. AJ 14.186 (English) >>Joseph. AJ 14.190

14.183λογίζεσθαι δʼ ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ διʼ αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν δυσκόλου τινὸς παρεσχημένῳ. 14.184πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν. 14.185

Καῖσαρ δʼ ἐλθὼν εἰς Ῥώμην ἕτοιμος ἦν πλεῖν ἐπʼ Ἀφρικῆς πολεμήσων Σκιπίωνι καὶ Κάτωνι, πέμψας δʼ Ὑρκανὸς πρὸς αὐτὸν παρεκάλει βεβαιώσασθαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. 14.186ἔδοξεν δʼ ἀναγκαῖον εἶναί μοι πάσας ἐκθέσθαι τὰς γεγενημένας Ῥωμαίοις καὶ τοῖς αὐτοκράτορσιν αὐτῶν τιμὰς καὶ συμμαχίας πρὸς τὸ ἔθνος ἡμῶν, ἵνα μὴ λανθάνῃ τοὺς ἄλλους ἅπαντας, ὅτι καὶ οἱ τῆς Ἀσίας καὶ οἱ τῆς Εὐρώπης βασιλεῖς διὰ σπουδῆς ἔσχον ἡμᾶς τήν τε ἀνδρείαν ἡμῶν καὶ τὴν πίστιν ἀγαπήσαντες. 14.187ἐπεὶ δὲ πολλοὶ διὰ τὴν πρὸς ἡμᾶς δυσμένειαν ἀπιστοῦσι τοῖς ὑπὸ Περσῶν καὶ Μακεδόνων ἀναγεγραμμένοις περὶ ἡμῶν τῷ μηκέτʼ αὐτὰ πανταχοῦ μηδʼ ἐν τοῖς δημοσίοις ἀποκεῖσθαι τόποις, ἀλλὰ παρʼ ἡμῖν τε αὐτοῖς καί τισιν ἄλλοις τῶν βαρβάρων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.180 Joseph. AJ 14.186 (English) >>Joseph. AJ 14.190

Powered by PhiloLogic